Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.23 Dem. 19.27 (English) >>Dem. 19.30

19.25τοῦ χάριν δὴ ταῦθʼ ὑπέμνησα πρῶτα νῦν ὑμᾶς καὶ διεξῆλθον τούτους τοὺς λόγους; ἑνὸς μέν, ἄνδρες Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου τῶν πεπραγμένων, καὶ δοκῇ δεινὸν αὐτῷ καὶ ὑπερβάλλον εἶναι, “εἶτα τότʼ οὐκ ἔλεγες παραχρῆμα ταῦτʼ οὐδʼ ἐδίδασκες ἡμᾶς;” 19.26θαυμάζῃ, ἀλλὰ μεμνημένοι τὰς ὑποσχέσεις τὰς τούτων, ἃς ἐφʼ ἑκάστων ποιούμενοι τῶν καιρῶν ἐξέκλειον λόγου τυγχάνειν τοὺς ἄλλους, καὶ τὴν ἐπαγγελίαν τὴν τούτου ταύτην τὴν καλήν, εἰδῆθʼ ὅτι πρὸς ἅπασι τοῖς ἄλλοις καὶ τοῦτʼ ἠδίκησθʼ ὑπʼ αὐτοῦ, ὅτι τἀληθῆ παραχρῆμα καὶ ἡνίκʼ ἔδει πυνθάνεσθαι διεκωλύθητʼ ἐλπίσι καὶ φενακισμοῖς καὶ ὑποσχέσεσιν ἐξαπατώμενοι. 19.27πρώτου μὲν τούτου καὶ μάλισθʼ, ὅπερ εἶπον, εἵνεκα ταῦτα διεξῆλθον, δευτέρου δὲ τίνος καὶ οὐδὲν ἐλάττονος τούτου; ἵνα τὴν ὅτʼ ἀδωροδόκητος ὑπῆρχε προαίρεσιν αὐτοῦ τῆς πολιτείας ἀναμνησθέντες, ὡς προβεβλημένη καὶ ἄπιστος ἦν πρὸς τὸν Φίλιππον, τὴν μετὰ ταῦτʼ ἐξαίφνης γεγονυῖαν πίστιν καὶ φιλίαν σκέψησθε, 19.28εἶτʼ εἰ μὲν ἐκβέβηκεν ὅσʼ ἀπήγγειλε πρὸς ὑμᾶς οὗτος καὶ καλῶς ἔχει τὰ πεπραγμένα, διὰ τὴν ἀλήθειαν καὶ τὸ συμφέρον τῇ πόλει γεγενῆσθαι νομίσητε, εἰ δὲ πάντα τἀναντίʼ ὧν οὗτος εἶπε πέπρακται, καὶ πολλὴν αἰσχύνην καὶ μεγάλους κινδύνους ταῦτʼ ἔχει τῇ πόλει, διὰ τὴν αἰσχροκέρδειαν τὴν ἑαυτοῦ καὶ τὸ χρημάτων ἀποδόσθαι τἀληθῆ μεταβεβλημένον αὐτὸν εἰδῆτε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.23 Dem. 19.27 (English) >>Dem. 19.30

Powered by PhiloLogic